Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.52 Dem. 43.55 (English) >>Dem. 43.58

43.54Νόμος

τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν, ἐὰν μὴ βούληται ἔχειν ἐγγύτατα γένους, ἐκδιδότω ἐπιδοὺς μὲν πεντακοσιομέδιμνος πεντακοσίας δραχμάς, δʼ ἱππεὺς τριακοσίας, δὲ ζευγίτης ἑκατὸν πεντήκοντα, πρὸς οἷς αὐτῆς. ἐὰν δὲ πλείους ὦσιν ἐν τῷ αὐτῷ γένει, τῇ ἐπικλήρῳ πρὸς μέρος ἐπιδιδόναι ἕκαστον. ἐὰν δʼ αἱ γυναῖκες πλείους ὦσι, μὴ ἐπάναγκες εἶναι πλέον μίαν ἐκδοῦναι τῷ γʼ ἑνί, ἀλλὰ τὸν ἐγγύτατα ἀεὶ ἐκδιδόναι αὐτὸν ἔχειν. ἐὰν δὲ μὴ ἔχῃ ἐγγυτάτω γένους μὴ ἐκδῷ, ἄρχων ἐπαναγκαζέτω αὐτὸν ἔχειν ἐκδοῦναι. ἐὰν δὲ μὴ ἐπαναγκάσῃ ἄρχων, ὀφειλέτω χιλίας δραχμὰς ἱερὰς τῇ Ἥρᾳ. ἀπογραφέτω δὲ τὸν μὴ ποιοῦντα ταῦτα βουλόμενος πρὸς τὸν ἄρχοντα.

43.55 μὲν λέγει νόμος, ἄνδρες δικασταί, ἀκούετε. ὅτε δὲ τῆς ἐπικλήρου ἔδει ἐπιδικάζεσθαι Φυλομάχης τῆς τουτουὶ μητρὸς τοῦ παιδός, Ἁγνίου δὲ ἀνεψιοῦ παιδὸς οὔσης πρὸς πατρός, ἐγὼ μὲν ἧκον φοβούμενος τὸν νόμον καὶ ἐπεδικαζόμην γένει ὢν ἐγγυτάτω, Θεόπομπος δὲ Μακαρτάτου πατὴρ οὐδὲ προσῆλθεν τὸ παράπαν οὐδὲ ἠμφεσβήτησεν διὰ τὸ μηδʼ ὁτιοῦν αὐτῷ προσήκειν, καὶ ταῦτα ἐν τῇ ἡλικίᾳ ὢν τῇ αὐτῇ. 43.56καίτοι πῶς οἴεσθε, ἄνδρες δικασταί, ἄτοπον εἶναι, τῆς μὲν ἐπικλήρου, ἦν Ἁγνίᾳ ἀνεψιοῦ παῖς πρὸς πατρός, ταύτης μὲν μηδεπώποτε ἀμφισβητῆσαι Θεόπομπον, τὸν δὲ κλῆρον τὸν Ἁγνίου ἀξιοῦν ἔχειν παρὰ τοὺς νόμους; τούτων γένοιντʼ ἂν ἄνθρωποι ἀναισχυντότεροι μιαρώτεροι; ἀναγίγνωσκε καὶ τοὺς ἑτέρους νόμους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.52 Dem. 43.55 (English) >>Dem. 43.58

Powered by PhiloLogic